ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2
SBL Greek New Testament
2 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας, ὑπὲρ πάντων ἀνθρώπων, 2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. 3 [a]τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν θεοῦ, 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5 εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων ἄνθρωπος Χριστὸς Ἰησοῦς, 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις· 7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος— ἀλήθειαν [b]λέγω, οὐ ψεύδομαι— διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ.
8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ [c]διαλογισμοῦ. 9 ὡσαύτως [d]καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν [e]καὶ [f]χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ, 10 ἀλλ’ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, δι’ ἔργων ἀγαθῶν. 11 γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ· 12 [g]διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός, ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ. 13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὕα· 14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ [h]ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν. 15 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.
Footnotes
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:3 τοῦτο WH Treg NIV ] + γὰρ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:7 λέγω WH Treg NIV ] + ἐν Χριστῷ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:8 διαλογισμοῦ Treg NIV RP ] διαλογισμῶν WH
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:9 καὶ Treg NIV ] – WH; + τὰς RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:9 καὶ WH Treg NIV ] ἢ RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:9 χρυσίῳ WH NIV ] χρυσῷ Treg RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:12 διδάσκειν δὲ γυναικὶ WH Treg NIV ] Γυναικὶ δὲ διδάσκειν RP
- ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 2:14 ἐξαπατηθεῖσα WH Treg NIV ] ἀπατηθεῖσα RP
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software